Читать книгу Комментарии к «Федру» Платона. Книга первая онлайн
[59] κατὰ τὸν Ἰλισσὸν τὸν ποταμόν. Ἀναγνωσθὲντος δὲ τοῦ λόγου, καὶ τοῦ Φαίδρου ὑπερθαυμάζοντος ἀξιοῦν-,ὸς τε τὸν Σωκράτη ὁμολογεῖν εἶ ἔχοι τις ἄλλος πλείω τούτων καὶ καλλίω εἰπεῖν, ὁ Σωκράτης φησὶν οὐκ ἄξιον ταύτῃ ἐπαινεῖν τὸν ποιητὴν τοῦ λόγου ὡς τὰ δέοντα καὶ κάλ 5 λιστα εἰρηκότα, ἀλλὰ μόνον ὅτι σαφῆ καὶ στρογγύλα καὶ ἀποτετορνευμὲνα ἕκαστα τῶν ὀνομάτων εἷ’ργασται. Αἷτιᾶται δὲ ὅτι ἀτά- ·κτοις καὶ τοῖς χρόνοις καὶ τοῖς νοήμασιν ἐχρήσατο καὶ τοῖς λόγοις αὐτοῖς, ὅτι τε ἀπὸ τελευτῆς ἤρξατο, εἷς ὃ καταλῆξαι ὤφειλεν ἐκεῖθεν ἀρξάμενος· ἀπὸ γὰρ τοῦ μετὰ τὸν ἔρωτα χρόνου, ἀλλ» οὐκ ἀπὸ τῆς προση 10 κούσης ἀρχῆς· καὶ ὅτι οὐκ ἔχει ἀναγκαίαν τάξιν τὰ εἰρημένα οὐδὲ ἕνα εἱρ» μὸν καὶ ἓν σῶμα, ὡς τόὸε μετὰ τόδε κεῖσθαι, ἀλλὰ χύδην βὲὅληται· καὶ ὅτι πολλάκις τὰ αὐτὰ εἶπε· [καὶ πρῶτον ὅτι οὐχ ὡρίσατο περῖ ποίου λέγει ἔρωτος· καὶ ὃτι ἄγονος τὰ αὐτὰ πλεονάκις εἷπὼν,] ὡς ἐξ ὑπτίας νέων· [καὶ ὅτι χύδην καὶ ἀτάκτως ἐμὸέὸληται τὰ εἰρημένα καὶ ἄτακτα τὰ 15 νοήματα] Ἀχθομένου οὖν τοῖ»] Φαίδρου πρὸς τοὺς ἐλέγχους τοῦ ἐραστοῧ τοῦ Λυσίου λόγου, καὶ λὲγοντος [ὅτι] μηδένα ἂν ἔχειν εἰπεῖν εἰρηκότα, τούτων καλλίω καὶ βελτίω, φησὶν ὁ Σωκράτης ἀκηκοέναι πλείω καὶ καλλίω εἰρηκότων τινῶν περὶ τούτων αὐτῶν, οἷον Σαπφοῦς τῆς καλῆς καὶ Ἀνακρέοντος τοῦ σοφοῦ· καὶ διὰ τοῦτο [δύνασθαι] καὶιαῦτὸς 20 κατὰ τὰ ὑπ» αὐτῶν εἰρημένα ἔχειν εἰπεῖν βελτίω καὶ καλλίω τῶν Λυσίου λόγων.
Ὃ δὲ ἀξιοῖ αὐτὸν εἰπεῖν ἀπεχόμενον ὧν εἶπε Λυσίας, καὶ οὕτω χρυσῆν αὐτοῦ εἰκόνα στήσειν. Καὶ ὁ Σωκράτης φησὶν ὡς ί ἀληθῶς χρυσοῦν εἶναι τὸν Φαῖδρον, εἷ οἷέται λέγειν Σωκράτη ὅτι Λυσίας τοῦ παντὸς διήμαρτεν ἐν τῷ λόγῳ· τοῦτο γὰρ μηδὲ 95 <ἃν> τὸν φαυλότατον συγγραφέα παθεῖν. Αὐτίκα περὶ οὗ ὁ λόγος, παντὶ πρόχειρον εἰπεῖν ὅτι ὁ μὲν ἐρῶν νοσεῖ, ὁ δὲ μὴ ἐρῶν Ε σωφρονεῖ, καὶ δεῖ τῷ σωφρονοῦντι μᾶλλον ἢ τῷ νοσοῦντι χαρίζεσθαι. ” Τῶν οὖν φανερῶν εὑρεῖν οὐ τὴν εὕρεσιν δεῖ ἐπαινεῖν, ἀλλὰ τὴν διάθεσιν, τῶν δὲ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν ρ. 60 εὕρεσιν. «Άγονος οὖν καὶ κατὰ τὴν διάθεσιν, ἀπὸ τελευΙτῆς ἀρξάμενος [60] καὶ χύδην καὶ ἀτάκτοις τοῖς νοήμασι καὶ τοῖς λόγοις χρησάμενος. Συγκαταθεμὲνου οὖν τοῦ Φαίδρου (μέτρια γὰρ ἦν τὰ λεγόμενα), λέγει ὁ Σωκράτης τὸν δεύτερον λόγον, εἷς τήν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ καθεὶς, ἐγκαλυψάμενος μέντοι τὴν κεφαλήν, διὰ τὸ ὅπως ποτὲ κατ» «Ἑρωτος 5 μέλλειν λέγειν, ὡς οὐχ ἑκὼν ἁπτόμενος τῆς ὑποθέσεως, ἀλλ» ὑπὲρ ὠφεβῐῖν· λείας τοῦ νέου. Ι Καὶ πρῶτον μὶν, ἐπειδὴ ἀμφίὸολον ἦν τὸ τοῦ ἔρωτος ὄνομα (ἐσήμαινε γάρ τι φαῦλον κατὰ τοὺς πολλοὺς, ἕτερον δὲ ἀγαθόν) ὁρίζεται περὶ ποίου ἔρωτος λέγει. Καὶ ἐπιθυμίαν κατὰ γένος φήσας εἶναι τὸν ἔρωτα (ἐπειδὴ ἐπιθυμοῦσι καὶ οἱ μή ἐρῶντες, καὶ ἴδια ὀνόματα 10 ἐπ“ αὐτοῖς κεῖται· οἳ μὲν γὰρ χρηματισταὶ, οἳ δὲ φίλοινοι ἢ φίλιπποι καλοῦνται· οἱ δὲ περὶ τὴν τῶν σωμάτων ἐπιθυμίαν ἐρρωμένως ἑλκόμενοι Α ἐρωτικοί καλοῦνται παρὰ τοῖς πολλοῖς, καὶ ἐ’ρως ἐστὶν ὁ τοιοῦτος ἐπιθυμία ἐρρωμένως ῥωσθεῖσα ἐπὶ σωμάτων κάλλει, ὕὸρις μᾶλλον [ὁ τοιοῦτος] ὀφείλων ἐπονομάζεσθαι ἢ ἔρως), εἶτα διελὼν τὸν λόγον 15 ἑαυτοῦ ὁ Σωκράτης, ὡς καὶ ὁ Λυσίας εί καὶ ἀτάκτως, εἱς τὸν ἐν ᾦ ἐρᾷ χρόνον καὶ ἐν ᾦ μὴ ἐρᾷ, τήν ὃιαὸολὴν καθ“ ἑκάτερον ποιήσεται. Καὶ τὸ μὲν πρῶτον μέρος τοῦ λόγου, καθ“ „ὀν ἐρᾷ χρόνον, εἷς βλάὸην τείνειν τῷ ἐρωμένῳ φησί· καὶ τὴν βλάὸην τριχῶς, εἷς ψυχὴν, εἷς σῶμα, εἶς τὰ ἐκτός“ κωλύει γὰρ τὸν ἐρώμενον ἔχεσθαι τῶν πρὸς ἀρετὴν καὶ σωφρο 20 σύνην ἀγόντων λόγων· ἀσκεῖν δὲ παραινεῖ ὅσα πρὸς τήν αὑτοῦ ἐπιθυμίαν ἥδιστά ἐστι· βούλεται δὲ αὐτὸν ἔρημον εἶναι φίλων καὶ συγγενῶν, „ἶν“ ὅ τι μόνος μόνῳ συνῇ· ἔπειτα χρημάτων ἄπορον, ἵν“ ἔχοι τὸν ἐρώμενον ἑαυτῷ προσέχοντα καὶ ἄλλῳ μηδενί· ἀηδῆ δὲ εἶναι καὶ τὴν συνουσίαν, διότι „ὁ μὲν προκὲκοφεν, ὃ δὲ νέος ἐστίν· ἧλιξ γὰρ ἥλικα τέρπει, Τὸ 25 δὲ δεύτερον μέρος τοῦ λόγου, καθὸ μή ἐρᾷ, εἷς ἀπιστίαν καὶ λήθηψ παυσάμενος γὰρ τοῦ ἔρωτος, ὀστράκου περιστροφῇ, ἀποφεύξεται τὸν [60] ἐρώμενον, πολλοὺς λόγους καὶ ὑποσχέσεις καταισχύνας· ἄπιστος οὗν καὶ ἆὸὲὸαιος. Οὕτω δὴ συμπληρώσας τὸν περὶ τοῦ οὕτως ἐρῶντος λόγον, ὅσα ἔχει κακὰ, καταπαύει τὸν λόγον καὶ οὐκέτι φησὶν ἐρεῖν περὶ τοῦ μὴ ἐρῶντος ὅσα ἔχει ἀγαθά· ιι ἐπειδὴ, φησὶ, λοιπὸν ἐνθουσιῶ, 5 ἐὰν ἄρξωμαι περὶ αὐτοῦ λέγειν· νυμφόληπτος γὰρ, φησὶν, ὑπὸ τῶν Νυμφῶν γέγονα· εἰ γὰρ ψέγων τοσαῦτα εἶπον ὅσα ἔχει κακὰ ὁ ἐρῶν, τί ἂν εἰ ἐπαινῶν εἴποιμι ὅσα ἔχει ἀγαθὰ ὁ μή ἐρῶν· πλὴν γίνωσκε, φησίν· ὅσα ἔχει κακὰ, εἴπομεν, ὁ ἐρῶν, τούτων τὰ ἐναντία ἔχει ἀγαθὰ ὁ μὴ ἐρῶν, ι) Ταῦτα εἰπὼν ἐδουλήθη τὸν ποταμὸν διαὸὰς ἀπιέναι· 10 καὶ γίνεται αὐτῷ τὸ εἰωθὸς σημεῖον καὶ τὸ δαιμόνιον, ὥστε καί τινα ἀκοῦσαι φωνήψ τοῦτο δὲ αὐτῷ ἐπίσχεσις τοῦ παρόντος γίνεται. Συνῄσθετο οὖν δ’τι οὐ δεῖ ἀπιέναι· ἡμαρτηκέναι γὰρ τὸ ὅπως ποτὲ κατὰ Ἔρωτος εἰπεῖν, θεοῦ ὄντος· τί οὗνς καθαρσίου φησὶ πρῶτον δεῖσθαι· ἔστι δὲ τὸ καθάρσιον ἡ παλινῳδία, τὸ ὑμνῆσαι τὸν Ἔρωτα, Ἀμείνων γὰρ 15 εἶναι κατὰ τοῦτο Ὀμήρου καὶ Στησιχόρου· ὁ μὲν γὰρ Ὀμηρος τυφλωθεὶς διὰ τὸ κακῶς εἰπεῖν τὴν Ἑλένην οὐδὲ ᾔσθετο, ὁ δὲ Στησίχορος στερη Θεὶς τῶν ὀμμάτων διὰ τήν τῆς Ἑλένης κακηγορίαν συνῄσθετο, καὶ τήν παλινῳδίαν ᾅσας ἀνέῧλεψε παραχρῆμα· ἀμείνων οὗν ἀμφοτέρων εἴναι αὐτὸς, Ὀμήρου μὲν ὅτι οὐδὲ τὴν ἀρχὴν ᾔσθετο, Στησιχόρου 20 δὲ ὅτι <οὐ> πρὶν παθεῖν ᾔσθετο. Λέγει οὖν τὸν ἕτερον λόγον, τήν παλινῳδίαν, περὶ τοῦ ἔρωτος, γυμνῇ λοιπὸν τῇ κεφαλῇ, ὅσων ἐστὶν ἡμῖν ἀγαθῶν αἴτιος. Καὶ πρῶτον μὶν καθολικώτατον καὶ ἀληθέστατον λόγον εἰπὼν ὅτιᾯ (περὶ παντὸς, ὦ παῖ, μία ἀρχὴ εἰδέναι περὶ οὗ ὁ λόγος, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη ι) τουτέστιν εἰδέναι τήν οὐσίαν 25 περὶ οὔ ὁ λόγος, τὸ δὴ δοκοῦν ἰσχυρότατον εἶναι ἐπιχείρημα ἐν τῷ προτέρῳ λόγῳ τοῦ Λυσίου, τὸ ὅτι „ὀ μὲν μαίνεται „ὁ δὲ σωφρονεῖ, δείκνυσιν ὅτι ἡ μανία οὐχ ἁπλοῦν ἐστιν, ἀλλ“ ἔστι τις καὶ θεία μανία, καὶ διελὼν αὐτην τὴν μανίαν εῐς τέσσαρα μέρη, μαντικὴν, τελεστικὴν, ποιητικὴν, ρ. 61 ἐρωτικὴν, Ι ἐφόρους ἑκάστῃ δίδωσι θεοὺς Ἀπόλλωνα, Διόνυσον, Μούσας, 30 Ἔρωτα, καταλέγων ὁπόσα ἀγαθὰ ἐκ τούτων δίδοται, τῆς μαντικῆς τε καὶ τελεστικῆς καὶ ποιητικῆς… διὸ καὶ τὸ ἶ παρεμὸεὸλῆσθαι· μανικὴν γὰρ λεγομένην τὸ πρῶτον, μαντικὴν ὕστερον προσηγόρευσαν. Καὶ ταῦτα [61] μὶν πρὸς τὸ μή φαῦλον εἶναι τὸ τῆς μανίας ὄνομα. Εἶτα μέλλων λέγειν πόσα <ἀγαθὰ> ἐκ τοῦ ἔρωτος ἡμῖν ἑπιπέμπεται, πρῶτον ὁρίζεται τὸν ἔρωτα, ἵνα εἰδείημεν κατὰ ποίου σημαινομένου ταῦτα λέγει, ὡς καὶ ἐν τῷ προτέρῳ λόγῳ πεποίηκε. Καὶ ἐπειδὴ μαίνεται ὁ ἐρῶν, ὁρίζεται τὸν ἔρωτα 5 θείαν μανίαν εἶναι κατὰ ἀνάμνησιν τοῦ αὐτοκάλλους. Ἐπεὶ οὖν ἀνάμνησις ί· οὐκ ἂν 1 γένοιτο τούτου, μή ἀθανάτου οὔσης τῆς ψυχῆς, διὰ βραχέων περὶ ἀθανασίας ψυχῆς διαλέγεται, ἑπιστημονικοὺς καὶ ἀποδεικτικοὺς λόγους περὶ αὐτῆς προφερόμενος. Ἀσωμάτου δὲ καὶ ἀοράτου αὐτῆς οὔσης, τὸ εἶδος ὑφηγεῖται λέγων ἐοικέναι αὐτὴν συμφύτῳ δυνάμει ὑποπτέρου 10 ζεύγους τε καὶ ἡνιόχου. Ἐπεὶ οὖν ὑπόπτερον ἡγεῖται τὴν ψυχὴν, τὴν δὲ ὑπόπτερον φύσιν ποτὲ μὲν ἀποῧάλλειν ἀνάγκη τὰ πτερὰ, ποτὲ δὲ πτεροφυεῖν, περὶ ἀνόδου καὶ καθόδου καὶ μετενσωματώσεως τῶν ψυχῶν διαλέγεται, περί τε θείων καὶ ἀνθρωπίνων, πῶς „έπονται Διὶ τῷ μεγάλῳ ἡγεμόνι, αἲ μὲν ἀεὶ, αἳ δὲ ποτὲ, κατὰ ἕνδεκα μέρη τῆς στρατιᾶς αὐτοῦ 15 διῃρημένης· καὶ δτι αἳ μὲν ὑπερθέουσι τὰ νῶτα τοῦ οὐρανοῦ, θεωροῦσαι τήν αὐτοδικαιοσύνην, αὐτοσωφροσύνην καὶ τὰ ἑξῆς, αἲ δὲ τότε μὲν ἤραντο, τότε δὲ ἔδυσαν, αἳ δὲ ὑποφέρονται λοιπὸν εἷς γένεσιν καὶ τοὺς ἐννέα βίους αἱροῦνται ἐκ τῆς ἐκεῖ τῶν εἰδῶν θέας. Ὀ μὲν οὗν νεοτελής ἀπὸ τοῦ ἐνθάδε κάλλους ἐπὶ τὸ ἐν νῷ κάλλος ὀξέως φέρεται 20 καὶ σέὸει τὸν ἐρώμενον, καὶ σονανάγει αὐτὸν μεθ“ ἑαυτοῦ ἐπὶ τὸ νοητὸν, μίαν κοινὴν ζωὴν ἀσπαζόμενος, ἅτε δὴ κατεχόμενος τῷ κοσμίῳ καὶ θείῳ ἔρωτι ἡγεμόνι χρώμενος [τῷ θείῳ ἔρωτι] · ὁ δὲ μὴ τοιοῦτος καὶ τὸ αἰσχρὸν τῆς ἡδονῆς ἀσπαζόμενος καὶ τὸν ἐφύόριστον ἔρωτα ἐπὶ τὸ ἀλόγιστον καὶ ἄνουν τῆς ὕλης ὑποφέρεται. Ταῦτα δὲ ἱκανῶς ἐνδείκνυται καὶ 25 ἐμψυχότατα διὰ τῆς εἰκόνος τοῦ τε ἡνιόχου καὶ τοῖν δυοῖν ἵπποιν, τοῦ μὶν εἶ’κοντος τῷ κελεύσματι καὶ πειθηνίου τῷ ἡνιόχῳ, τοῦ δὲ οἰστρῶντος καὶ τῷ κέντρῳ μὴ ὑπείκοντος. Ἀποδοὺς οὖν τὴν παλινῳδίαν τῷ ἔρωτι, εὔχεται τῷ Ἔρωτι αὐτῷ ὑπέρ τε ἑαυτοῦ καὶ Λυσίου καὶ Φαίδρου, ἑαυτῷ [61) μὲν „ίνα παραμένῃ ἢν δέδωκεν αὐτῷ ἐρωτικὴν, Λυσίᾳ δὲ καὶ Φαίδρῳ „ἱνα εἷς φιλοσοφίαν τρέποιντο. Καὶ ἀξιοῖ τὸν Φαῖδρον πεῖσαι Λυσίαν ἵνα εἷς τούναντίον γράψῃ· ὃ δὲ φησι μή ἃν ἐθελήσειν, ἐπειδή τις ἔναγχος ὠνείδισεν αὐτῷ καλῶν λογογράφον αὐτόν· «ὀ δὲ φησι μή ἁπλῶς ὄνειδος 5 εἶναι τὸ γράφειν λόγους, ἀλλὰ τὸ κακῶς γράφειν· τὸ δὲ καλῶς οὐκ ὄνειδος. Καὶ οὕτως ἐπεισέρχεται ὁ περὶ τῆς ῥητορικῆς λόγος. Τί οὖν τὸ καλῶς γράφειν καὶ λέγειν ἒξῆς ζητεῖ, καί φησι τοῦτο εἶναι τὸ καλῶς γράφειν, ὅταν τις εἰδὼς τήν ἀλήθειαν τοῦ πράγματος γράφῃ τε καὶ λέγῃ. Ὀ δὲ Φαῖδρος οὕ φησιν οὕτως ἀκηκοέναι, ἀλλὰ ἐκείνως, ὅτι οὐδὲν δεῖ 10 τήν ἀλήθειαν εἰδέναι, ἀλλὰ τὴν δόκησιν τῆς ἀληθείας, δ» ἐστι τὸ πιθανόν. Καὶ τήν ἀτοπίαν τοῦ λεγομένου ἐπιδείκνυσιν ὁ Σωκράτης ἐπὶ τοῦ «ίππου καὶ ὄνου, καὶ ὃταν μὴ εἰδώς τις αὐτοῖν τὴν διαφορὰν λέγῃ πρὸς ἕτερον ἀγνοοῦντα καὶ πείθῃ ὅτι ὁ ὄνος ἵππος ὢν τυγχάνει. Δεῖ οὖν τὸν μέλλοντα καλῶς γράφειν εἰδὲναι τὴν ἀλήθειαν τῶν πραγμάτων· καὶ οὕτως ἥ τε 15 ἀληθὴς καὶ <ή> δημώδης ἐξετάζεται ῥητορικὴ, ἢ μὲν ἀληθείας ἐπήὅολος οὖσα καὶ ἐπιστήμη δικαίων καὶ μὴ δικαίων, φιλοσοφίας ὁπαδὸς καὶ μόνῳ προσήκουσα φιλοσόφῳ, θεοῖς καὶ ἀνθρώποις κεχαρ ισμὲνα ποιοῦσα καὶ λέγουσα· ἡ δὲ δημώδης ψυχαγωγίας τινὸς καὶ χάριτος ἀπεργαστικὴ, ἄτεχνός τις οὖσα τριὸὴ καὶ ἀνεπιστήμων. Εἶτα ἐπὶ τοὺς τὰς 20 ῥητορικὰς τέχνας γράψαντας τραπεὶς, ἐλέγχει ὡς περὶ ὧν οὐκ ἴσασι γράφοντας ἐπὶ τῇ τῶν νέων ἀπάτῃ· προοίμιον γὰρ καὶ διήγησιν λέγουσι, τεκμήρια καὶ πίστεις τινὰς, ἐλέγχους τε καὶ παρεπαίνους καὶ ὑποδηλώσεις καὶ παραψόγους· καί φασιν ὡς χρὴ πρὸ τῶν ἀληθῶν τοῖς εἰκόσι χρῆσθαι, ὡς ἐδόκει Γοργίᾳ καὶ Τισίᾳ· εἶτα καὶ Ρ. 62 Πώλου μνημονεύει Ι „ὸς διπλασιολογίαν ᾤετο <καὶ> γνωμολογίαν εὑρηκέναι… καὶ τοῦ Χαλκηδονίου σεμνολογίας καὶ οἴκτους καὶ κηλήσεις καὶ ἐξοργήσεις· κοινῶς δὲ τήν ἐπάνοδον καὶ <τὸ> ἐπὶ κεφαλαίων ἕκαστα ὑπομνῆσαι τοὺς ἀκούοντας, Ταῦτα δέ φησι ῥητορικῆς μὲν [62] εἶναι ἀναγκαῖα μαθήματα καὶ μᾶλλον ὄντα τὰ πρὸ τῆς τέχνης· ἡ δὲ τέχνη αὐτὴ ἐν τῇ χρήσει τούτων καὶ κρίσει ἐστὶν, ὁπότε καὶ ὁπόσον καὶ πῶς ἔχουσι δεῖ λέγειν τὰ εἰρημένα. Καὶ μάρτυρας ἐπάγεται τῷ λόγῳ τὸν μελίγηρυν Ἀδραστον καὶ Περικλέα τὸν Ξανθίππου. Ὣς γὰρ ἐπὶ 5 ἰατρικῆς, οὕτω καὶ ἐπὶ ῥητορικῆς· ὡς γὰρ ἀνάγκη τῷ ὡς ἀληθῶς ἰατρῷ είδέναι τὴν τῶν σωμάτων φύσιν, εἰδέναι δὲ καὶ τήν τῶν φαρμάκων, καὶ ί πρὸς τούτοις τὰ πάθη, ἵνα τοῖς οἰκείοις σώμασι καὶ παθήμασι ί τὰ οἰκεῖα φάρμακα προσφέρων ὑγιᾶ ἀποδείξῃ τὸν ἄνθρωπον· τὸν αὐτὸν τρόπον καὶ τῷ ῥήτορι, ἐπειδὴ ψυχαγωγία ἐστὶν ἡ ῥητορικὴ, ἀνάγκη εἰδέναι 10 καὶ ψυχῆς φύσιν [τὸν ῥήτορα], εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστι, καὶ μετὰ ταῦτα τῶν λόγων τὰ εἷ’δη, καὶ ἐπὶ τούτοις παθημάτων εἷ’δη τε καὶ διαφοράς· οὕτω γὰρ τοὺς οἰκείους λόγους τοῖς οἰκείοις προσφέρων ποτὶ μὶν πείσει, ποτὲ δὲ ἰάσεται, κατὰ τοὺς προσήκοντας καιροὺς ἕκαστα ποιῶν. Καὶ περὶ μὲν τῆς τῶν λόγων τέχνης ταῦτά φησι. Περὶ δὲ τοῦ γράφειν 15 αὐτοὺς ἑξῆς ζητεῖ, πῇ καλῶς ἔχει γράφειν καὶ πῇ οὖ καλῶς. Καλῶς μὲν γὰρ ἔχει ὅταν παιδιᾶς χάριν καὶ ὑπομνήσεως εἷς τὸ λήθης γῆρας, οὐ καλῶς δὲ ὅταν σπουδάζῃ τις ἐπὶ τούτοις ὡς περὶ μέγα ἀγαθόν. Καὶ λέγει μῦθόν τινα, ὃν ἤκουσε περὶ τοῦ Θεὺθ καὶ Ἄμμωνος, ὡς ἄρα ὁ Ἐρμῆς εὗρε πρὸς ταῖς ἄλλαις τέχναις καὶ τὴν τῶν γραμμάτων, καὶ αὐτὴν 20 ᾤετο μνήμης φάρμακον εἶναι, σοφίας δὲ αἰτίαν· ὁ δὲ Θαμοῦς οὐχ οὕτως ᾤετο, ἀλλὰ τούναντίον λήθης μὲν φάρμακον διὰ τὸ καταφρονεῖν… ὡς γεγραμμένων (θαρσήσαντες γὰρ ὡς γραφεῖσιν ἀμελοῦσι τῆς μελέτης καὶ ἀποὸάλλουσιν ἃ μεμαθήκασι), δοξοσοφίας δὲ ἀφορμήν (πολυήκοοι γὰρ γενόμενοι πολυγνώμονες δόξουσιν εἶναι, ἀγνωσίαν νο 25 σοῦντες), Διὰ ταῦτα δὴ καὶ τὰ τοιαῦτα οὐ πολλῆς τινος σπουδῆς ἄξιοι οἱ γεγραμμένοι <λόγοι>, ἀλλ“ οἱ γεγραμμένοι ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων μετ» ἐπιστήμης τοῦ λέγοντος καὶ γράφοντος ἐν ψυχῇ. (ι Ἀνάγγελλε οὖν, φησί, ταῦτα Λυσίᾳ, καὶ ἡμεῖς Ἰσοκράτει ἀνοίσομεν, ι) ἐπαινέσας αὐτοῦ τήν φύσιν καὶ τὸ ἦθος καὶ τοὺς λόγους.